TLG 1549 001 :: 〈ONATAS〉 :: Fragmenta 〈ONATAS〉 Phil., vel Onatus
fiq Onetor Atheniensis Fragmenta Citation: Page — (line) | ||
139(1t) | Περὶ θεοῦ καὶ θείου | |
2 | Stob. 1.1.39 p. 48 Wa. (Mullach 2 p. 113) Ὀνάτου ἐκ τοῦ Περὶ θεοῦ καὶ θείου. Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζῴων ἐπαΐει, οὔτε νοητῶς οὔτε ἐπαϊστῶς, εἰ μή τισι πάγχυ ὀλίγοις τῶν ἀνθρώπων. [καὶ δυνάμιες δ’ | |
---|---|---|
5 | αὐτῶ ἀλήθεια· ὧν οἶμαι νομεὺς εἰ ἐναργέα τε καὶ ἐπαϊστά.] αὐτὸς μὲν γὰρ ὁ θεός ἐστιν νόος καὶ ψυχὰ καὶ τὸ ἁγεμονικὸν τῶ σύμπαντος κόσμω· ταὶ δὲ δυνάμιες αὐτῶ αἰσθηταί, ὧν ἐντι νομεύς, [τά τ’ ἔργα καὶ τᾶ πράξεες] καὶ ταὶ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστρωφώσιες. ὁ μὲν ὦν θεὸς αὐτὸς οὔτε ὁρατὸς οὔτε αἰσθητός, ἀλλὰ λόγῳ μόνον καὶ νόῳ | |
10 | θεωρατός· τὰ δ’ ἔργα αὐτῶ καὶ ταὶ πράξιες ἐναργέες τε καὶ αἰσθητά ἐντι πάντεσσιν ἀνθρώποις. δοκέει δέ μοι καὶ μὴ εἷς εἶμεν ὁ θεός, ἀλλ’ εἷς μὲν ὁ μέγιστος καὶ καθυπέρτερος καὶ ὁ κρατέων τῶ παντός, τοὶ δ’ ἄλλοι πολλοὶ διαφέροντες κατὰ δύναμιν· βασιλεύεν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. οὗτος δέ κ’ εἴη | |
15 | θεὸς ὁ περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δ’ ἄλλοι θεοὶ οἱ θέοντές εἰσι κατ’ οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιαγήσει, κατὰ λόγον ὀπαδέοντες τῷ πράτῳ καὶ νοατῷ. τοὶ δὲ λέγοντες ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλώς, ἁμαρτάνοντι· τὸ γὰρ μέγιστον ἀξίωμα τῆς θείας ὑπεροχῆς οὐ συνθεω‐ ρεῦντι. λέγω δὴ τὸ ἄρχεν καὶ καθαγέεσθαι τῶν ὁμοίων καὶ κράτιστον | |
20 | καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων. τοὶ δ’ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγὸν καὶ λοχῖται καὶ ἐντεταγμένοι ποτὶ ταξιάρχαν | |
καὶ λοχαγέταν, ἔχοντες φύσιν ἕπεσθαι καὶ ἐπακολουθὲν τῷ καλῶς | 139 | |
140 | καθηγεομένῳ. ξυνὸν μὲν ὦν αὐτῶν τὸ ἔργον ἐστὶ καὶ τῶ ἄρχοντος καὶ τῶν ἀρχομένων, ἀλλ’ οὔ κ’ ἔτι δύναιντο συντετάχθαι τοὶ ἀρχόμενοι ποτὶ τὸ ἔργον ἀπολειφθέντες ἁγεμόνος, ὥσπερ οὔτε χορευταὶ ποτὶ συναοιδίαν, οὔτε στρατιῶται ποτὶ στρατηγόν, ἀπολειφθέντες ἁγεμόνος, | |
5 | τοὶ μὲν στραταγῶ, τοὶ δὲ κορυφαίω. Τοιαύτα δὲ φύσις οὐδενὸς προσδεῖται, οὔτε συγγενέος οὔτε ἔξωθεν· διόπερ οὔτε ἐκ δύο συνάρμοσται, ψυχᾶς καὶ σώματος (καὶ γὰρ διόλω ἐστὶ ψυχά), οὔτε ἐναντίων τινῶν (τὰ γὰρ ἐναντία καὶ κρατὲν καὶ κρατεῖ‐ σθαι πέφυκεν). ἁ δέ γε τοῦ σώματος κρᾶσις μιαίνει τὸ καθαρὸν τᾶς | |
10 | ψυχᾶς· ἁ μὲν γὰρ ἀκήρατος καὶ θεῖόν ἐστι, τὸ δὲ θνατὸν καὶ θολομιγές· οὕτω δὲ μιαίνει καὶ μόλυβδος χρυσὸν καὶ πᾶν τὸ τᾷ φύσει γνήσιον τὸ νόθον. ὅλως δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζῴοις δι’ ἀιδίαν ἀνάγκαν καὶ ἄφυκτον. φύσει γὰρ ἄπορον καὶ πτωχὸν πᾶν τὸ γενέσεως κεκοινωνηκός. | |
15 | Θεὸς μὲν ὦν ἔστι, καθάπερ ἐν ἀρχᾷ τῶ λόγω εἶπον, αὐτὸς γὰρ ἀρχὰ καὶ πρᾶτον· θεῖος δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ δινούμενα πάντα. ὡς ὁμοίως δὲ καὶ δαίμων ἐστὶν ἁ ψυχὰ (αὐτὰ γὰρ ἄρχει καὶ κινεῖ τὸ διόλω ζῷον)· δαιμόνιον δὲ τὸ σῶμα καὶ τὰ τούτω γε πάντα. δεῖ ὦν οὕτω διαιρεῖν, θεὸν καὶ θεῖον καὶ δαίμονα καὶ δαιμόνιον. | |
20 | τοιοῦτος (sc.ἀκίνητος) δὲ ὁ θεός, ὡς καὶ αὐτὸς Ὀνήτας ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· ἔστι γὰρ ἡγεμὼν καὶ | |
ἄρχων ἁπάντων εἷς ἀεὶ ὢν θεός, μόνιμος ἀκίνητος αὐτὸς ἑαυτῷ ὅμοιος. | 140 |